Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.458 Joseph. BJ 4.465 (English) >>Joseph. BJ 4.471

4.462προελθὼν γὰρ ἐπὶ τὴν πηγὴν καὶ καταβαλὼν εἰς τὸ ῥεῦμα πλῆρες ἁλῶν ἀγγεῖον κεράμου, ἔπειτα εἰς οὐρανὸν δεξιὰν ἀνατείνας δικαίαν κἀπὶ γῆς σπονδὰς μειλικτηρίους χεόμενος, τὴν μὲν ᾐτεῖτο μαλάξαι τὸ ῥεῦμα καὶ γλυκυτέρας φλέβας ἀνοῖξαι, 4.463τὸν δὲ ἐγκεράσασθαι τῷ ῥεύματι γονιμωτέρους τε ἀέρας δοῦναί τε ἅμα καὶ καρπῶν εὐθηνίαν τοῖς ἐπιχωρίοις καὶ τέκνων

-- --

διαδοχήν, μηδʼ ἐπιλιπεῖν αὐτοῖς τὸ τούτων γεννητικὸν ὕδωρ, ἕως μένουσι δίκαιοι. 4.464ταύταις ταῖς εὐχαῖς πολλὰ προσχειρουργήσας ἐξ ἐπιστήμης ἔτρεψε τὴν πηγήν, καὶ τὸ πρὶν ὀρφανίας αὐτοῖς καὶ λιμοῦ παραίτιον ὕδωρ ἔκτοτε εὐτεκνίας καὶ κόρου χορηγὸν κατέστη. 4.465τοσαύτην γοῦν ἐν ταῖς ἀρδείαις ἔχει δύναμιν ὡς, εἰ καὶ μόνον ἐφάψαιτο τῆς χώρας, νοστιμώτερον εἶναι τῶν μέχρι κόρου χρονιζόντων. 4.466παρὸ καὶ τῶν μὲν δαψιλεστέρως χρωμένων ὄνησίς ἐστιν ὀλίγη, τούτου δὲ τοῦ ὀλίγου χορηγία δαψιλής. 4.467ἄρδει γοῦν πλέονα τῶν ἄλλων ἁπάντων, καὶ πεδίον μὲν ἔπεισιν ἑβδομήκοντα σταδίων μῆκος εὖρος δʼ εἴκοσιν, ἐκτρέφει δʼ ἐν αὐτῷ παραδείσους καλλίστους τε καὶ πυκνοτάτους. 4.468τῶν δὲ φοινίκων ἐπαρδομένων γένη πολλὰ ταῖς γεύσεσι καὶ ταῖς παρηγορίαις διάφορα· τούτων οἱ πιότεροι πατούμενοι καὶ μέλι δαψιλὲς ἀνιᾶσιν οὐ πολλῷ τοῦ λοιποῦ χεῖρον.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.458 Joseph. BJ 4.465 (English) >>Joseph. BJ 4.471

Powered by PhiloLogic